[175] [cap.3.1] Φιλάρετος καὶ φιλόκαλος καὶ διαφερόντως φιλάνθρωπος ὢν ὁ ἱερώτατος Μωυσῆς προτρέπει τοὺς πανταχοῦ πάντας εὐσεβείας καὶ δικαιοσύνης εἶναι ζηλωτάς, ἆθλα προτιθεὶς ὡς νικηφόροις μεγάλα τοῖς μετανοοῦσι πολιτείας κοινωνίαν τῆς ἀρίστης καὶ τῶν κατ’ αὐτὴν ἀπόλαυσιν μικρῶν τε καὶ μεγάλων.