[174] πάντων τε οἴεται εἶναι πλουσιώτατος, ἐντιμότατος, κάλλιστος, ἰσχυρότατος, φρονιμώτατος, σωφρονέστατος, δικαιότατος, λογιώτατος, ἐπιστημονικώτατος· εἶτα τοὺς ἄλλους ὑπολαμβάνει πένητας, [M.405] ἀδόξους, ἀτίμους, ἄφρονας, ἀδίκους, ἀνεπιστήμονας, καθάρματα, τὸ μηδέν. εἰκότως οὖν ὁ τοιοῦτος ἀντιδίκῳ καὶ κολαστῇ χρήσαιτ’ ἄν, ὥς φησιν ὁ ἱεροφάντης, θεῷ.
[101][102]