[171] τοὺς δὲ μέγα πνέοντας ἐπιτάσει τῆς ἀλαζονείας [99] [100] ⟨ὡς⟩ ἀθεραπεύτως εἰς ἅπαν ἔχοντας ὁ νόμος παγκάλως οὐκ ἤγαγεν εἰς κρίσιν ἀνθρωπίνην, ἀλλὰ μόνῳ τῷ θείῳ παρέδωκε δικαστηρίῳ. φησὶ γάρ· ὃς ἂν ἐγχειρῇ τι πράττειν μεθ’ ὑπερηφανίας, „τὸν θεὸν παροξύνει“ (Num. 15,30). διὰ τί;