Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 170

[170] λέγομεν οὖν καὶ τῷ πολυχρημάτῳ καὶ ἐνδόξῳ καὶ εὐέκτῃ καὶ ἐπιστήμονι, πλουσίους καὶ ἐνδόξους εὐέκτας τε καὶ ἐπιστήμονας καὶ συνόλως ἀγαθοὺς ἀπεργάζεσθαι τοὺς ἐντυγχάνοντας, ἀλλὰ μὴ φθόνον καὶ βασκανίαν ἀρετῆς προτιμήσαντα τοῖς εὖ πράττειν δυναμένοις ἀντιβαίνειν.