Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 166

[166] ἐὰν δέ, φησίν, εὐρωστῇ σοι τὰ πράγματα, λαβὼν καὶ κτησάμενος ἰσχύν, ἣν ἴσως οὐ προσεδόκησας, ποίει δύναμιν. τί δὲ τοῦτ’ ἐστίν, ἀκριβωτέον τοῖς μὴ πάνυ συνορῶσι τὸ δηλούμενον. πολλοὶ τὰ ἐναντία ὧν εὖ πεπόνθασι δρᾶν ἐπιχειροῦσιν· ἢ γὰρ πλουτήσαντες πενίαν ἄλλοις κατασκευάζουσιν ἢ δόξης καὶ τιμῆς ἐπὶ μέγα μετασχόντες ἀδοξίας καὶ ἀτιμίας ἑτέροις αἴτιοι γίνονται.