Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 165

[165] εἶδος ἐπιφαίνεται. [cap.2.23] στέλλειν δ’ ἔτι μᾶλλον καὶ καθαιρεῖν ὑπεροψίαν ἀξιῶν τὰς αἰτίας ἐπιλέγει, δι’ ἃς ἄληστον ἐχρῆν τὴν τοῦ θεοῦ μνήμην ἀγαλματοφορεῖν. „οὗτος γάρ σοι„ φησί „δίδωσιν ἰσχὺν ποιῆσαι δύναμιν„ (Deut. 8,18)· ἄγαν παιδευτικῶς· ὁ γὰρ ἀκριβῶς ἀναδιδαχθείς, ὅτι δῶρον εἴληφε παρὰ θεοῦ τὸ εὔτονον καὶ ῥωμαλέον, τὴν ἰδίαν ἀσθένειαν ἐκλογιζόμενος, ἣν πρὶν ἀπολαῦσαι τῆς δωρεᾶς εἶχε, τὸ ὑψηλὸν καὶ ὑπέραυχον φρόνημα διώσεται καὶ εὐχαριστήσει τῷ τῆς κρείττονος αἰτίῳ μεταβολῆς. ψυχὴ δὲ εὐχάριστος ἀλαζονείᾳ πολέμιος, ἐπεὶ καὶ τοὐναντίον ἀχαριστία συγγενὲς ὑπεροψίᾳ.