[144] εἰ δή τις ἐν γάλακτι κρέα συνέψειν ἀξιοῖ, μὴ σὺν ὠμότητι, χωρὶς δὲ ἀσεβείας ἑψέτω· μυρίαι θρεμμάτων εἰσὶν ἀγέλαι πανταχοῦ καὶ καθ’ ἑκάστην ἡμέραν ἀμελγόμεναι διὰ βουκόλων αἰπόλων ποιμένων, οἷς κτηνοτροφοῦσιν ἡ μεγίστη πρόσοδός ἐστι γάλα, τῇ μὲν κεχυμένον, τῇ δὲ συνεσταλμένον τε καὶ πηγνύμενον εἰς τυρόν· ὥστε ἀφθονίας ὑπαρχούσης τὸν ἀρνῶν ἢ ἐρίφων ἤ τινος ἑτέρου γάλακτι μητρῴῳ κρέα συνέψοντα χαλεπὴν ἐπιδείκνυσθαι τρόπων σκαιότητα, τὸ ἀναγκαιότατον καὶ συγγενέστατον λογικῇ ψυχῇ πάθος ἐκτετμημένον, τὸν ἔλεον.
[82][83]