Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 143

[143] πάνυ γὰρ ἄτοπον ὑπέλαβεν εἶναι τὴν τροφὴν ζῶντος ἥδυσμα γενέσθαι καὶ παράρτυσιν ἀναιρεθέντος καὶ τὴν μὲν φύσιν ἐπιμεληθεῖσαν αὐτοῦ τῆς διαμονῆς ὀμβρῆσαι γάλα, ὃ διὰ μαστῶν τῆς τεκούσης οἷα δεξαμενῶν φέρεσθαι διετάξατο, τὴν δὲ τῶν ἀνθρώπων ἀκρασίαν τοσοῦτον ἐπιβῆναι, ὡς τῷ τῆς ζωῆς αἰτίῳ καταχρήσασθαι καὶ πρὸς τὴν τοῦ ὑπολοίπου σώματος ἀνάλωσιν.