Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 135

[135] ἢ γὰρ ἐπὶ προφάσει θυσιῶν ἢ διὰ γαστρὸς ἀπόλαυσιν· εἰ μὲν οὖν ἕνεκα θυσιῶν, ἐπέψευσται καὶ τοὔνομα· τὰ γὰρ τοιαῦτα σφάγια, οὐ θυσία. τίς δὲ δὴ καὶ θεοῦ βωμὸς οὕτως ἀνίερα ἱερεῖα προσδέξεται; ποῖον δὲ πῦρ οὐκ ἂν δίχα τμηθὲν ἐξ ἑαυτοῦ διασταίη φεῦγον τὴν ἐξ ἀμίκτου πράγματος ἕνωσιν; οἶμαι ἂν αὐτὸ μηδὲ πρὸς βραχύτατον ὑπομεῖναι χρόνον, ἀλλ’ αὐτίκα σβεσθῆναι προνοίᾳ τινὶ τοῦ μὴ τὸν ἀέρα καὶ τὴν ἱερωτάτην πνεύματος φύσιν ὑπὸ τῆς αἰρομένης φλογὸς μιαίνεσθαι.