Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 134

[134] [cap.2.18] Βουλόμενος δὲ πολυτρόποις ἰδέαις τὰ ἡμερότητος καὶ ἐπιεικείας σπέρματα ταῖς διανοίαις ἐγκατασπείρειν ἄλλο τίθησι διάταγμα συγγενὲς τοῖς προτέροις, ἀπαγορεύων ἡμέρᾳ τῇ αὐτῇ [M.398] συγκαταθύειν μητέρα καὶ ἔγγονον· καὶ γὰρ εἰ θυτέον, ἀλλ’ οὖν ἐν χρόνοις γε διαφέρουσιν· ὑπερβολὴ γὰρ ἀγριότητος τὴν αἰτίαν τῆς γενέσεως μετὰ [74] [75] τοῦ ζῳογονηθέντος ἡμέρᾳ μιᾷ κτείνειν. καὶ τοῦτο τοῦ χάριν;