Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 104

[104] οὐκέτ’ ἂν εἴποιμι περὶ σιτίων καὶ ποτῶν καὶ ἐσθῆτος καὶ τῶν ἄλλων ὅσα περὶ δίαιταν καὶ τὰς ἀναγκαίας χρείας, ἃ τοῖς ἐπηλύτοις δίδωσιν ὁ νόμος παρὰ τῶν αὐτοχθόνων· ἕπεται γὰρ ταῦτα πάντα θεσμοῖς τοῖς τῆς εὐνοίας τοῦ στέργοντος ὁμοίως [ἀγαπῶντος] τὸν ἐπήλυτον ὡς ἑαυτόν.