[103] κελεύει δὴ τοῖς ἀπὸ τοῦ ἔθνους ἀγαπᾶν τοὺς ἐπηλύτας, μὴ μόνον ὡς φίλους καὶ συγγενεῖς ἀλλὰ καὶ ὡς ἑαυτούς, [51] [52] κατά τε σῶμα καὶ ψυχήν, ⟨κατὰ μὲν σῶμα⟩ ὡς οἷόν τε κοινοπραγοῦντας, κατὰ δὲ τὴν διάνοιαν τὰ αὐτὰ λυπουμένους τε καὶ χαίροντας, ὡς ἐν διαιρετοῖς μέρεσιν ἓν εἶναι ζῷον δοκεῖν, ἁρμοζομένης καὶ συμφυὲς ἀπεργαζομένης τῆς κατ’ αὐτὸ κοινωνίας.