Pular para o conteúdo

De sacrificiis Abelis et Caini

Philo of Alexandria · Parte 93

[93] τοῦ γε μὴν πιστευθῆναι χάριν ἀπιστούμενοι καταφεύγουσιν ἐφ’ ὅρκον ἄνθρωποι· ὁ δὲ θεὸς καὶ λέγων πιστός ἐστιν, ὥστε [73] [74] καὶ τοὺς λόγους αὐτοῦ βεβαιότητος ἕνεκα μηδὲν ὅρκων διαφέρειν. καὶ συμβέβηκε τὴν μὲν ἡμετέραν γνώμην ὅρκῳ, τὸν δὲ ὅρκον αὐτὸν θεῷ πεπιστῶσθαι· οὐ γὰρ δι’ ὅρκον πιστὸς ὁ θεός, ἀλλὰ δι’ αὐτὸν καὶ ὁ ὅρκος βέβαιος.