Pular para o conteúdo

De sacrificiis Abelis et Caini

Philo of Alexandria · Parte 92

[92] ἐῶ λέγειν ὅτι ὁ μαρτυρῶν, παρόσον μαρτυρεῖ, κρείττων ἐστὶ τοῦ ἐκμαρτυρουμένου· ὁ μὲν γὰρ δεῖται, ὁ δὲ ὠφελεῖ, τὸ δὲ ὠφελοῦν ἀξιονικότερον ἀεὶ τοῦ δεομένου. ἄμεινον δὲ οὐδὲ ἐπινοῆσαι θέμις τοῦ αἰτίου, ὁπότε οὐδὲ ἴσον αὐτοῦ ἀλλ’ οὐδὲ ὀλίγῳ καταδεέστερον, ἀλλ’ ὅλῳ γένει καταβεβηκὸς ἅπαν τὸ μετὰ θεὸν εὑρίσκεται.