[74] αἱ δὲ ἀπαρχαὶ λόγος ἐστὶν ἐκ διανοίας ἀληθοῦς ἀναπεμπόμενος εὐχαριστητικός· τέμνε δὲ αὐτὸν κατὰ τὰς οἰκείας τομάς, ὅνπερ τρόπον ἡ λύρα καὶ τὰ ἄλλα [59] [60] μουσικῆς ὄργανα τέτμηται· τῶν γὰρ ἐν τούτοις φθόγγων καὶ καθ’ αὑτὸν ἕκαστος ἥρμοσται καὶ πρὸς τὴν ἑτέρου συμφωνίαν μάλιστα ᾠκείωται καθάπερ καὶ τῶν ἐν γραμματικῇ στοιχείων τὰ λεγόμενα φωνήεντα, ἃ καὶ καθ’ αὑτὰ φωνεῖται καὶ σὺν ἑτέροις ὁλόκληρον ἀποτελεῖ φωνήν.