Pular para o conteúdo

De sacrificiis Abelis et Caini

Philo of Alexandria · Parte 73

[73] τὰ μὲν οὖν τῇ τάξει πρῶτα τοιαῦτά ἐστιν, οἷς κατὰ τὴν πρώτην γένεσιν εὐθὺς ἐκοινωνήσαμεν, τροφὴ αὔξησις ὅρασις ἀκοὴ γεῦσις ὄσφρησις ἁφὴ λόγος νοῦς, μέρη ψυχῆς, μέρη σώματος, αἱ τούτων ἐνέργειαι, συνόλως κινήσεις αὐτῶν καὶ σχέσεις αἱ κατὰ φύσιν· τὰ δὲ ἀξιώματι καὶ δυνάμει τὰ κατορθώματα, αἱ ἀρεταί, αἱ κατ’ ἀρετὰς πράξεις. δίκαιον οὖν ἀπὸ τούτων ἀπάρχεσθαι.