Pular para o conteúdo

De sacrificiis Abelis et Caini

Philo of Alexandria · Parte 47

[47] τὰς μὲν οὖν ἀλόγους αὐτοῦ φοράς, λέγω δὲ τὰς παρὰ τὸν αἱροῦντα λόγον [35] [36] δυνάμεις, οἱ υἱοὶ Λάβαν „τριῶν ἡμερῶν ἀποστάντες ὁδὸν” (ibid.) τημελοῦσι, συμβολικῶς ἅπαντα χωρισθέντες τὸν αἰῶνα τοῦ σπουδαίου· τριμερὴς γὰρ ὁ χρόνος, ἐκ παρεληλυθότος καὶ ἐνεστῶτος καὶ μέλλοντος συνεστώς· τὰς δὲ καθ’ ἑτέραν ἐκδοχὴν ἀλόγους, οὐχ αἳ παρὰ τὸν ὀρθὸν λόγον εἰσὶν ἀλλ’ ὅσαι μὴ λογικαί, ὧν καὶ τὰ ἄλογα ζῷα κοινωνεῖ, ὁ ἀσκητὴς ἐπιμελείας ἀξιώσει, τὰ σφάλματα αὐταῖς οὐκ ἀπὸ κακίας πανούργου μᾶλλον ἢ ἀπὸ ἀμαθίας ἀναγώγου προσγεγενῆσθαι νομίζων.