Pular para o conteúdo

De sacrificiis Abelis et Caini

Philo of Alexandria · Parte 46

[46] [cap.11] οἰκειότατον γοῦν ὁ ἀσκητὴς ὑπολαβὼν ἀρετῇ τὸ ἔργον ὑπομένει „ποιμαίνειν τὰ πρόβατα Λάβαν“ (Gen. 30, 36), τοῦ χρώμασι καὶ σχήμασι καὶ συνόλως ἀψύχοις σώμασιν ἐγκειμένου, καὶ οὐχ ἅπαντα ἀλλὰ „τὰ ὑπολειφθέντα“. τί δὲ τοῦτ’ ἐστί; διττὸν εἶναι πέφυκε τὸ ἄλογον, τὸ μὲν παρὰ τὸν αἱροῦντα λόγον, ὡς ἄλογον τὸν ἄφρονά φασί τινες, τὸ δὲ κατ’ ἐκτομὴν λόγου, ὡς τῶν ζῴων τὰ μὴ λογικά.