[34] γήθει τε καὶ εὐφραίνεται. [cap.6] διὰ μὲν δὴ ταῦτα καὶ τὸ πάλαι λεχθέν, ὅτι πέφυκεν ἐξ ἑαυτῶν φωνὴν ἀφιέναι, κἂν ἡσυχάζηται, τὰ ὅσια ἅτε ὄντως ἀγαθά, τὸν περὶ αὐτῶν [M.1.168] λόγον ἐῶ· οὐδὲ γὰρ ἥλιος ἢ σελήνη χρῄζουσιν ἑρμηνέως, ὅτι τὸν σύμπαντα κόσμον, ὁ μὲν ἡμέρας, ἡ δὲ νυκτὸς ἀνασχόντες, φωτὸς ἐμπιπλᾶσιν· ἀλλ’ ἔστιν αὐτοῖς ἡ ἐπίλαμψις ἀμάρτυρος πίστις ὀφθαλμοῖς ὤτων ἐναργεστέρῳ κριτηρίῳ βεβαιουμένη.