Pular para o conteúdo

De sacrificiis Abelis et Caini

Philo of Alexandria · Parte 33

[33] τοιαῦτα τῆς περικαλλοῦς καὶ περιμαχήτου ἡδονῆς ἐστι τὰ μεγάλα μυστήρια· ἅπερ [27] ἑκοῦσα ἀπεκρύψατο δέει τοῦ μὴ γνόντα σε ἀποστραφῆναι τὴν εἰς τὸ αὐτὸ σύνοδον αὐτῆς. τῶν δὲ παρ’ ἐμοὶ θησαυριζομένων ἀγαθῶν τὸ πλῆθος ἢ μέγεθος τίς ἂν ἀξίως εἰπεῖν δυνηθείη; ἴσασιν οἱ κεκοινωνηκότες ἤδη καὶ οἷς ἵλεως ἡ φύσις πάλιν γνώσονται κληθέντες εἰς μετουσίαν θοίνης, οὐκ ἐξ ἧς αἱ γαστρὸς ἡδοναὶ πιμπλαμένης τὸ σῶμα πιαίνουσιν, ἀλλ’ ἀφ’ ἧς διάνοια ἐντρεφομένη καὶ ἐγχορεύουσα ἀρεταῖς