[120] πόνου μὲν γὰρ καὶ προκοπῆς, ὧν Ἰακὼβ σύμβολον, τὸ εὐφυὲς ἀρχή, καθ’ ὃ Ῥουβὴν καλεῖται, θεωρίας δὲ τῆς τοῦ μόνου σοφοῦ, καθ’ ἣν Ἰσραὴλ τέτακται, πηγὴ τὸ θεραπευτικῶς ἔχειν αὐτοῦ, θεραπείας δὲ ὁ Λευί ἐστι σημεῖον. καθάπερ οὖν τῶν Ἠσαῦ προτοτοκίων κληρονόμος Ἰακὼβ ἀνευρίσκεται, [M.1.187] τῆς περὶ κακίαν σπουδῆς ἡττωμένης τοῦ πρὸς τὸ καλὸν πόνου, οὕτως καὶ τὰ Ῥουβὴν πρεσβεῖα τοῦ εὐφυοῦς ὁ κεχρημένος ἀρετῇ τελείᾳ Λευὶ οἴσεται· τῆς δὲ τελειότητος δεῖγμα ἐναργέστατον πρόσφυγα γενέσθαι [92] [93] θεοῦ καταλιπόντα τὴν τῶν ἐν γενέσει πραγματείαν.