Pular para o conteúdo

De sacrificiis Abelis et Caini

Philo of Alexandria · Parte 119

[119] ὁ καταπεφευγὼς ἐπὶ θεὸν καὶ ἱκέτης αὐτοῦ γεγονὼς λόγος ὀνομάζεται Λευίτης· τοῦτον ἐκ τοῦ μεσαιτάτου καὶ ἡγεμονικωτάτου τῆς ψυχῆς λαβών, τουτέστι προσλαβόμενος καὶ προσκληρώσας ἑαυτῷ, τῆς τῶν πρεσβείων ἠξίωσε μερίδος· ὥστε ἐνθένδε δῆλον εἶναι, ὅτι ὁ μὲν Ῥουβὴν τοῦ Ἰακώβ, ὁ δὲ Λευὶ τοῦ Ἰσραὴλ πρωτότοκός ἐστιν, ὁ μὲν τὰ χρόνου, ὁ δὲ τὰ ἀξιώματος καὶ δυνάμεως φερόμενος πρεσβεῖα·