[102] [cap.31] τὸ δὲ „παντὸς διανοίγοντος μήτραν τὰ [79] ἀρσενικὰ τῷ κυρίῳ“ (Exod. 13, 12) φυσικώτατα ἔχει. ὥσπερ γὰρ ταῖς γυναιξὶ πρὸς ζῴων γένεσιν οἰκειότατον μέρος ἡ φύσις ἔδωκε μήτραν, οὕτως πρὸς γένεσιν πραγμάτων ὥρισεν ἐν ψυχῇ δύναμιν, δι’ ἧς κυοφορεῖ καὶ ὠδίνει καὶ ἀποτίκτει πολλὰ διάνοια.