Pular para o conteúdo

De sacrificiis Abelis et Caini

Philo of Alexandria · Parte 101

[101] ἐνίας δὲ ἀρετὰς ἡ φύσις οὕτως διακέκρικεν, ὡς μηδὲ ἐξ ἐπιτηδεύσεως εἰς κοινωνίαν ἀχθῆναι δύνασθαι· τὸ γοῦν σπείρειν καὶ γεννᾶν κατ’ ἀρετὴν ἀνδρῶν ἴδιον, οὐκ ἂν εὕροι τοῦτό γε γυνή· καὶ μὴν ἀγαθὸν οὖσαν γυναικῶν εὐτοκίαν ἀνδρὸς οὐ δέχεται φύσις. ὥστε οὐδὲ τὸ „ὡς ἄνθρωπος“ (Deut. 1,31) ἐπὶ θεοῦ κυριολογεῖται, κατάχρησις δὲ ὀνομάτων ἐστὶ παρηγοροῦσα τὴν ἡμετέραν ἀσθένειαν. ἀφελεῖς οὖν, ὦ ψυχή, πᾶν γενητὸν θνητὸν μεταβλητὸν βέβηλον ἀπὸ ἐννοίας τῆς περὶ θεοῦ τοῦ ἀγενήτου καὶ ἀφθάρτου καὶ ἀτρέπτου καὶ ἁγίου καὶ μόνου μακαρίου.