[95] ἔνιοι δέ, μηδὲ διώκοντος μηδενὸς ὅτι μὴ φόβου, τὰ νῶτα τοῖς ἀντιπάλοις εἰς βολὰς εὐσκόπους ἐπιστρέψουσιν, ὡς εὐμάρειαν εἶναι πάντας ἡβηδὸν ἀναιρεθέντας πεσεῖν. „ἐξελεύσεται γὰρ ἄνθρωπος,“ φησὶν ὁ χρησμός, καὶ στραταρχῶν καὶ πολεμῶν ἔθνη μεγάλα καὶ πολυάνθρωπα χειρώσεται, τὸ ἁρμόττον ὁσίοις ἐπικουρικὸν ἐπιπέμψαντος τοῦ θεοῦ· τοῦτο δ’ ἐστὶ θάρσος ψυχῶν ἀκατάπληκτον καὶ σωμάτων ἰσχὺς κραταιοτάτη, ὧν καὶ θάτερον φοβερὸν ἐχθροῖς, ἄμφω δὲ εἰ συνέλθοι, καὶ παντελῶς ἀνυπόστατα.