Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 94

[94] ἢ κἂν μεμηνότες τινὲς ᾄττωσιν ἀκαθέκτῳ καὶ ἀπαρηγορήτῳ χρώμενοι τῇ τοῦ πολεμεῖν ἐπιθυμίᾳ, μέχρι μὲν συνίστανται, καταλαζονεύσονται θρασυνόμενοι, πρὸς δὲ χειρῶν ἅμιλλαν ἥκοντες αἰσθήσονται κενὸν αὔχημα αὐχήσαντες, ὡς μὴ δυνάμενοι νικᾶν· ῥώμῃ γὰρ ἀντιβιασθέντες κραταιοτέρᾳ φεύξονται προτροπάδην πρὸς πεντάδων ἑκατοντάδες καὶ πρὸς ἑκατοντάδων μυριάδες, πολλαῖς ὁδοῖς οἱ κατὰ μίαν ἐπελθόντες.