[75] προστησάμενοι δὲ τῆς συστάσεως ἡγεμόνα τὸν πρεσβύτατον, ὃς καὶ τοῦ τολμήματος μετ’ ὀλίγων τῶν συναπονοηθέντων εἰσηγητὴς ἐγένετο, καταλιπόντες τὰ προπύλαια καὶ τὰς ἐσχατιὰς ἐπὶ τῶν ἀδύτων ἐχώρουν τοὺς χρησμοῖς ἀξιωθέντας τῆς ἱερωσύνης μεθιστάντες.