[74] [cap.1.13] Ταῦτα μέν ἐστι τὰ ὁρισθέντα κατὰ τοῦ πρώτου γεγονότος ἀδελφοκτόνου· ὡρίσθη δὲ καὶ ἐπ’ οἰκίαις ἕτερα συνθεμέναις κοινοπραγίαν ἁμαρτημάτων. ἦσάν τινες νεωκόροι καὶ ἱερόδουλοι τὴν πυλωρῶν [30] [31] τεταγμένοι τάξιν· οὗτοι φρονήματος ὑποπλησθέντες ἀλόγου τοῖς ἱερεῦσιν ἐπανέστησαν, ἀξιοῦντες τὰ ἐκείνων γέρα σφετερίζεσθαι.