[59] τῷ δ’ υἱῷ πάλιν αὐτομαθῆ καὶ αὐτοδίδακτον κτησαμένῳ φύσιν δύο συνέβη παῖδας γενέσθαι, τὸν μὲν ἄγριον καὶ ἀτίθασον, θυμοῦ γέμοντα καὶ ἐπιθυμίας καὶ συνόλως τὸ τῆς ψυχῆς ἄλογον μέρος ἐπιτετειχικότα τῷ λογικῷ, τὸν δ’ ἥμερον καὶ φιλάνθρωπον, καλοκἀγαθίας [M.418] ἐραστὴν ἰσότητός τε καὶ ἀτυφίας, ἐν βελτίονι τεταγμένον τάξει, λογισμοῦ προαγωνιστήν, ἀφροσύνης ἀντίπαλον·