[58] ὁ μὲν οὖν πρῶτος πρὸς ἀλήθειαν ἐκ τύφου μεταθέμενος καὶ τῆς ἐν τοῖς μαθήμασι Χαλδαϊκῆς τερθρείας ὑπεριδὼν ἕνεκα τελειοτέρας ὄψεως, ἣν θεασάμενος ἑλχθεὶς ἠκολούθησε τῇ φαντασίᾳ, καθάπερ τὸν σίδηρόν φασιν ὑπὸ λίθου τῆς μαγνήτιδος ἕλκεσθαι, ἀντὶ σοφιστοῦ γενόμενος ἐκ διδασκαλίας σοφός, πολλοὺς μὲν ἔσχε παῖδας, ἅπαντας δὲ πλὴν ἑνὸς ὑπαιτίους, ὃς τὰ πείσματα τοῦ γένους ἐκδησάμενος ἀσφαλῶς ἐνωρμίσατο.