Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 50

[50] τῷ δὲ κατ’ εὐμοιρίαν φύσεως ἐπ’ ἀρετὴν φθάσαντι χαρά· χαρτὸν γὰρ ἡ εὐφυΐα καὶ τὰ φύσεως δῶρα. τῆς διανοίας εὐθιξίαις καὶ εὐσκόποις ἐπιβολαῖς προσγανουμένης, ἐν αἷς ἀπόνως εὑρίσκει τὰ ζητούμενα, καθάπερ ὑποβολέως ἔνδοθεν ὑπηχοῦντος· ἡ γὰρ σύντομος τῶν ἀπορουμένων εὕρεσις χαρτόν.