Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 49

[49] Προσεξεταστέον δὲ ὅτι καὶ οἰκειότατον ἑκάστῳ τῶν τριῶν ἀπενεμήθη τὸ ἆθλον. τῷ μὲν γὰρ ἐκ διδασκαλίας τελειωθέντι πίστις, ἐπειδὴ [19] τὸν μανθάνοντα πιστεῦσαι δεῖ τῷ διδάσκοντι περὶ ὧν ὑφηγεῖται· δύσκολον γάρ, μᾶλλον δ’ ἀδύνατον ἀπιστοῦντα παιδεύεσθαι.