[37] καταμύσας οὖν τὸ τῆς ψυχῆς ὄμμα τὸν ἔμπροσθεν αἰῶνα τοῖς συνεχέσιν ἄθλοις μόλις ἤρξατο διοίγνυσθαι καὶ τὴν ἐπισκιάσασαν διακρίνειν καὶ ἀποβάλλειν ἀχλύν· καθαρωτέρα γὰρ αἰθέρος ἀσώματος ἐξαίφνης ἐπιλάμψασα αὐγὴ τὸν νοητὸν κόσμον ἀνέφηνεν ἡνιοχούμενον.