Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 36

[36] [cap.1.6] Μετὰ τὸν αὐτομαθῆ δὲ καὶ πλουσίᾳ χρησάμενον τῇ φύσει τρίτος ὁ ἀσκητὴς τελειοῦται λαμβάνων γέρας ἐξαίρετον ὅρασιν θεοῦ. πάντων γὰρ τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἐφαψάμενος καὶ πᾶσιν [13] [14] [15] ἐνομιλήσας οὐ παρέργως καὶ μηδένα πόνον ἢ κίνδυνον παρελθών, εἴ πως δυνηθείη τὴν ἀξιέραστον ἀλήθειαν ἰχνηλατῆσαι, παρὰ τῷ θνητῷ γένει πολὺν ζόφον ἀνεύρισκε κατὰ γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ αἰθέρα· καὶ γὰρ ὁ αἰθὴρ καὶ ὁ σύμπας οὐρανὸς νυκτὸς αὐτῷ παρεῖχε φαντασίαν, ἐπειδὴ πᾶσα ἡ αἰσθητὴ φύσις ἀόριστος· τὸ δ’ ἀόριστον ἀδελφὸν σκότους καὶ συγγενές.