Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 26

[26] τουτὶ δὲ τὸ γένος ἀριθμῷ μέν ἐστιν ὀλίγον, δυνάμει δὲ πολὺ καὶ μέγιστον, ὡς μηδ’ ἅπαντα τὸν τῆς γῆς κύκλον αὐτὸ χωρεῖν δύνασθαι, φθάνειν δ’ εἰς οὐρανόν· ἱμέρῳ γὰρ τοῦ θεωρεῖν καὶ τοῖς θείοις ἀεὶ συνεῖναι κατεσχημένον ἀλέκτῳ, τὴν ὁρατὴν ὅταν ἅπασαν φύσιν διερευνήσῃ καὶ διεξέλθῃ, πρὸς τὴν ἀσώματον καὶ νοητὴν εὐθὺς μέτεισιν, οὐδεμίαν τῶν αἰσθήσεων ἐπαγόμενον, ἀλλ’ ὅσον μὲν τῆς ψυχῆς ἄλογον μεθιέμενον, τῷ δ’ ὃ κέκληται νοῦς καὶ λογισμὸς μόνῳ προσχρώμενον.