Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 25

[25] οὗτός ἐστιν ὁ γόης, ὁ τὰ ἄψυχα θεοπλαστῶν, ὁ μέγας καὶ δυσάλωτος ἐπιτειχισμός, οὗ τοῖς σοφίσμασι καὶ στρατηγήμασι πᾶσα πόλις δελεάζεται προκαταλαμβάνοντος τὰς τῶν νέων ψυχάς· εἰσοικισάμενος γὰρ ἐκ πρώτης ἡλικίας ἄχρι γήρως ἐνίδρυται, πλὴν οἷς ἂν ὁ θεὸς αὐγὴν ἐπιλάμψῃ τῆς ἀληθείας· ἀληθείᾳ δὲ τῦφος ἀντίπαλον, ὃς μόλις μὲν ἀλλ’ οὖν κραταιοτέρᾳ δυνάμει νικηθεὶς ὑπεξίσταται.