[154] οἱ δ’ ὅλον τοῦτον παρακαλυψάμενοι τὸν νόμον, τοὺς ἅλας, τὰς σπονδάς, τὸν ἐλέου βωμόν, τὴν κοινὴν ἑστίαν, ἐξ ὧν φιλία καὶ ὁμόνοια ἡρμόζετο — πάντα γὰρ δι’ ἑβδομάδος καὶ ἑβδομάς —, ἐβάρυναν μὲν ἀνθρώπους ἀσθενεστέρους οἱ δυνατώτεροι συνεχέσι καὶ ἀδιαστάτοις ἐπιτάγμασιν, ἐβάρυναν δὲ καὶ τὰς ἀρούρας ἀεὶ κέρδη μεταδιώκοντες ἐκ πλεονεξιῶν ἄδικα, ταῖς ἐπιθυμίαις ἐφιστάντες ἀχαλίνους καὶ ἀδίκους ὁρμὰς εἰς τὸ ἀκόρεστον.