[153] [cap.2.7] Οὕτως καθάπερ ὑπὸ πυρὸς δαπανηθεισῶν τῶν πόλεων καὶ τῆς χώρας ἐρημωθείσης, ἄρξεταί ποτε διαπνεῖν καὶ ἀνακύπτειν ἡ πολλὰ γυμνασθεῖσα καὶ τραχηλισθεῖσα γῆ πρὸς οἰκητόρων ἀφορήτου βίας, οἳ τὰς παρθένους [M.434] ἑβδομάδας ὑπερορίους καὶ τῆς χώρας καὶ τῆς αὑτῶν διανοίας ἀπήλασαν. μόνας γὰρ ἢ τό γε ἀσφαλέστερον εἰπεῖν πρώτας ἀνέδειξεν ἑορτὰς ἡ φύσις τὰς ἑβδομάδας ἡμερῶν τε καὶ ἐνιαυτῶν, πρὸς ἀνάπαυλαν ἀνθρώποις μὲν τὰς ἡμερῶν, τῇ δὲ χώρᾳ τὰς ἐνιαυτῶν.