[137] [cap.2.4] Δουλεία τοῖς ἐλευθέροις ἀφορητότατόν ἐστιν, ὑπὲρ ἧς σπουδάζουσιν ἀποθνῄσκειν οἱ σώφρονες [M.431] ἀγωνιζόμενοι φιλοκινδύνως πρὸς τοὺς ἐπανατεινομένους δεσποτείαν· ἀφόρητον δὲ καὶ ἐχθρὸς ἄμαχος· εἰ δ’ ὁ αὐτὸς ἀμφότερα γένοιτο, δεσπότης ὁμοῦ καὶ πολέμιος, τίς ἂν ὑποσταίη ⟨τὸν⟩ τὸ μὲν δύνασθαι ἀδικεῖν ἐκ δεσποτικῆς ἐξουσίας, τὸ δὲ μηδὲν συγγινώσκειν ἐξ ἀσυμβάτου δυσμενείας περιπεποιημένον;