[136] τοιαῦτα [61] [62] τὸ κουφότατον εἶναι δοκοῦν τῶν κακῶν, ἀπορία, προσεργάζεσθαι πέφυκεν, ὅταν θεήλατος ἐπάγηται δίκη· καὶ γὰρ εἰ χαλεπὰ ῥῖγος, δίψος, ἔνδεια τροφῆς, ἀλλ’ εὐκταιότατα γένοιτ’ ἂν ἐπὶ καιρῶν, εἰ μόνον ἀνυπέρθετον φθορὰν ἐργάσοιτο· χρονίζοντα δὲ καὶ τήκοντα ψυχήν τε καὶ σῶμα τῶν τετραγῳδημένων, ἃ δι’ ὑπερβολὰς μεμυθεῦσθαι δοκεῖ, βαρύτερα πέφυκε καινουργεῖν.