Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 13

[13] ὑπαίτιοι δὲ πάντες οὗτοι· μόνος δ’ ἀποδοχῆς ἄξιος ὁ ἀναθεὶς τὴν ἐλπίδα θεῷ καὶ ὡς αἰτίῳ τῆς γενέσεως αὐτῆς καὶ [4] ὡς ἀσινῆ καὶ ἀδιάφθορον ἱκανῷ μόνῳ διαφυλάξαι. τί οὖν ἆθλον πρόκειται τῷ στεφανωθέντι τὸν ἀγῶνα τοῦτον; τὸ μικτὸν ἐκ θνητῆς καὶ ἀθανάτου φύσεως ζῷον, ὁ ἄνθρωπος, οὔθ’ ὁ αὐτὸς οὔθ’ ἕτερος ὢν τοῦ λαβόντος.