Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 12

[12] ἔνιοι μὲν οὖν τὰ ἐλπίδος σπέρματα ἢ ὡς πολέμιοι τὰς ἐν τῇ ψυχῇ κακίας ζωπυρήσαντες ἐνέπρησαν ἢ ὡς ἀμελεῖς τέχνης τῆς γεωργικῆς ὑπὸ ῥᾳθυμίας διέφθειραν. εἰσὶ δ’ οἳ καὶ δόξαντες ἐπιμελεῖσθαι, φιλαυτίαν πρὸ εὐσεβείας ἀσπασάμενοι, τὰς αἰτίας τῶν κατορθωμάτων ἀνέθηκαν ἑαυτοῖς.