Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 124

[124] οὗτός ἐστιν ὁ πρὸ μικροῦ πολλαῖς μὲν ἡδοναῖς, πολλαῖς δ’ ἐπιθυμίαις, μυρίαις δ’ ἀνάγκαις κακιῶν καὶ [55] [56] ἐπιθυμιῶν ὑπεζευγμένος· τούτου τὰ κακὰ τῆς δουλείας συνέτριψεν ὁ θεὸς εἰς ἐλευθερίαν ἐξαιρούμενος· οὗτος ὁ μὴ ἀπαρρησιάστου τυχὼν εὐεργεσίας ἀλλὰ διαβεβοημένης καὶ περιηγγελμένης πάντῃ διὰ τὴν τοῦ προασπίζοντος ἐξουσίαν, ὑφ’ ἧς οὐχ ὑπεσύρη πρὸς τὰ οὐραῖα, ἀλλ’ ἐπὶ κεφαλὴν ἄνω παρεπέμφθη.