Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 123

[123] οὗτος ᾧ φησιν ὁ προφήτης τὸν θεὸν "ἐμπεριπατεῖν" οἷα βασιλείῳ, καὶ γάρ ἐστι τῷ ὄντι βασίλειον καὶ οἶκος θεοῦ σοφοῦ διάνοια· τούτου καλεῖται θεὸς ἰδίως ὁ τῶν συμπάντων θεός, καὶ λαὸς ἐξαίρετος πάλιν οὗτος, οὐ τῶν κατὰ μέρος ἀρχόντων, ἀλλὰ τοῦ ἑνὸς καὶ πρὸς ἀλήθειαν ἄρχοντος, ἁγίου ἅγιος·