Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 106

[106] [cap.1.18] τότε δή, φησίν, ὑπὸ τῆς ἄγαν εὐφορίας καὶ ἀφθονίας ὃ νῦν ὑπομένεις ἐργάσῃ· νῦν μὲν γὰρ μήτε τῶν νόμων μήτε τῶν πατρίων ἐθῶν αἰδῶ ποιούμενος ἀλλὰ πάντων ἀθρόως ἀλογῶν ὑστερίζεις μὲν τῶν ἀναγκαίων, θεραπεύεις δὲ τὰς τῶν δανειστῶν καὶ ὀβολοστατῶν οἰκίας ἐπὶ πολλῷ δανειζόμενος· τότε δ’, ὥσπερ ἔφην, δράσεις τοὐναντίον.