[105] οἷς δὲ ὁ κλῆρος οὐκ ἔστιν οὐράνιος δι’ ἀσέβειαν καὶ ἀδικίαν, οὐδὲ τῶν ἐπὶ γῆς ἀγαθῶν εὐοδεῖν πέφυκεν ἡ κτῆσις· ἀλλὰ κἂν προσγένηται, τάχιστα ἀπεπήδησεν, ὡς παραγενομένη τὴν ἀρχὴν οὐκ ἐπ’ ὠφελείᾳ τῶν λαβόντων, ἀλλ’ ὑπὲρ τοῦ βαρῦναι τὴν ἀνίαν σφοδρότερον, ἥτις ἐκ τοῦ στέρεσθαι κατὰ τὸ ἀναγκαῖον ἕπεται.