[82] ἐγὼ δ’ ἂν εὐξαίμην, εἴ ποτε διανοηθείην ἀδικεῖν, ἐπιλιπεῖν τἀδικεῖν, καὶ εἴπερ ζῆν ἀνάνδρως, ἐπιλιπεῖν τὸ ἀκολασταίνειν, καὶ εἰ θρασέως μέντοι καὶ πανούργως, ἔνδειαν θρασύτητος καὶ πανουργίας γενέσθαι παντελῆ· εἰ μὴ καὶ τοῖς κλέπτειν ἢ μοιχεύειν ἢ ἀνδροφονεῖν ἐγνωκόσιν οὐκ ἔστιν ἄμεινον ἐπιδεῖν τούτων ἕκαστον ἐκλελοιπὸς καὶ διεφθαρμένον.