[81] εἰ δέ τις τῷ τῆς φύσεως εὐστόχῳ καὶ εὐτρόχῳ μὴ πρὸς τὰ ἀστεῖα μόνον, ἀλλὰ καὶ πρὸς [28] [29] τὰ ἐναντία κέχρηται τὰ διάφορα ἐξαδιαφορῶν, κακοδαιμονιζέσθω. ἐν γοῦν ἀρᾶς εἴδει λέγεται κατὰ τὸν τῆς συγχύσεως τόπον, ὅτι „οὐκ ἐκλείψει ἐξ αὐτῶν πάνθ’ ὅσα ἂν ἐπιθῶνται ποιεῖν“ (Gen. 11,6)· ὄντως γὰρ ἀνήκεστός ἐστι συμφορὰ ψυχῆς εὐοδεῖν οἷς ἂν ἐπιθῆται, καὶ τὰ αἴσχιστα.