Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 76

[76] λέγει ⟨γὰρ⟩ ἐπὶ μὲν τοῦ Ἀβραὰμ οὕτως· „καὶ ἔλαβον Ἀβραὰμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας· ὄνομα τῇ γυναικὶ Ἀβραὰμ Σάρρα“ (Gen. 11,29). ἐπὶ ⟨δὲ⟩ τοῦ Ἰακώβ· [27] „ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν εἰς τὸν οἶκον Βαθουὴλ πατρὸς τῆς μητρός σου, καὶ λάβε σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων Λάβαν ἀδελφοῦ τῆς μητρός σου“ (Gen. 28, 2), ἐπὶ δὲ τοῦ Ἀαρών· „ἔλαβε δὲ Ἀαρὼν τὴν Ἐλισάβετ, θυγατέρα Ἀμιναδάμ, ἀδελφὴν Ναασσών, ἑαυτῷ γυναῖκα“ (Exod. 6, 23).