[75] [cap.22] „Ἔλαβε δ’ ἑαυτῷ Λάμεχ δύο γυναῖκας· ὄνομα τῇ μιᾷ Ἀδά, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά“ (Gen. 4, 19). πᾶν ὅ τι ἂν ἑαυτῷ λαμβάνῃ φαῦλος, πάντως ἐστὶν ἐπίληπτον, ἅτε γνώμῃ δυσκαθάρτῳ μιαινόμενον· καὶ γὰρ ἔμπαλιν αἱ τῶν σπουδαίων ἑκούσιοι πράξεις ἐπαινεταὶ πᾶσαι. διὸ νῦν μὲν ὁ Λάμεχ ἑαυτῷ γυναῖκας αἱρούμενος κακὰ μέγιστα αἱρεῖται, αὖθις ⟨δ’⟩ Ἀβραάμ, Ἰακώβ, Ἀαρὼν ἑαυτοῖς λαμβάνοντες ἀγαθοῖς οἰκείοις συνέρχονται.